Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.91 | Dem. 24.95 (English) | >>Dem. 24.98 |
24.93γέγραπται γὰρ δήπου ἐν τῷ νόμῳ αὐτοῦ , “καὶ εἴ τινι τῶν ὀφειλόντων προστετίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθῇ , εἶναι καταστήσαντι ἐγγυητάς , ἦ μὴν ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτείσειν τὸ ἀργύριον , ἀφεῖσθαι τοῦ δεσμοῦ .” τίς οὖν πόρος ἔσται ; τίνʼ ἀποσταλήσεται τρόπον ἡ στρατιά ; πῶς τὰ χρήματʼ εἰσπράξομεν , ἂν ἕκαστος ὀφλισκάνων ἐγγυητὰς καθιστῇ κατὰ τὸν τούτου νόμον , ἀλλὰ μὴ τὸ προσῆκον ποιῇ ;
24.94ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν “Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν · ἀναμείνατʼ οὖν τὴν ἐνάτην πρυτανείαν · εἶτα τότʼ ἔξιμεν ·” τοῦτο γὰρ λοιπόν . ἂν δʼ ὑπὲρ ὑμῶν αὐτῶν ἀμύνεσθαι δέῃ , ἆρά γʼ οἴεσθε τοὺς ἐχθροὺς τὰς τῶν παρʼ ἡμῖν πονηρῶν διαδύσεις καὶ κακουργίας ἀναμενεῖν ; ἢ τὴν πόλιν , αὑτὴν ἐμποδίζοντας νόμους εἰ θήσεται καὶ τἀναντία τῶν συμφερόντων λέγοντας , δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων ;
24.95ἀλλʼ ἀγαπητόν , ὦ ἄνδρες Ἀθηναῖοι , εἰ πάντων καλῶς ἐχόντων ἡμῖν καὶ μηδενὸς ὄντος τοιούτου νόμου , κρατοῖμεν τῶν ἐχθρῶν καὶ ταῖς ὀξύτησι δυναίμεθα καὶ τοῖς τοῦ πολέμου καιροῖς ἀκολουθεῖν καὶ μηδενὸς ὑστερίζειν . ἀλλὰ μὴν εἰ φαίνει τοιοῦτον τεθηκὼς νόμον ὃς τὰ τοιαῦτα λυμαίνεται διʼ ὧν ἡ πόλις καὶ σεμνὴ καὶ λαμπρὰ παρὰ πᾶσι καθέστηκεν , πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοις ;
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.91 | Dem. 24.95 (English) | >>Dem. 24.98 |